Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.265 Joseph. AJ 16.270 (English) >>Joseph. AJ 16.275

16.268Ἀρχέλαος δὲ οὔτε ὑπερεῖδεν τὴν ἔντευξιν οὔτʼ ἔφη δυνατὸς εἶναι ταχὺ μεταπείθειν οὕτως ἔχοντα τὸν βασιλέα· βέλτιον δὲ εἶναι αὐτῷ προσιέναι καὶ δεῖσθαι, τῶν πάντων αἴτιον αὑτὸν ὁμολογοῦντα· ὠφελήσειν γὰρ οὕτως τοῦ θυμοῦ τὸ περιττόν, αὐτὸς δὲ συλλήψεσθαι παρών. 16.269ταῦτα δὲ πεισθέντος αὐτοῦ συναμφότερον ἦν διαπεπραγμένον, αἵ τε διαβολαὶ παρὰ δόξαν ἀφῄρηντο τοῦ νεανίσκου καὶ Φερώραν Ἀρχέλαος διαλλάξας οὕτως εἰς Καππαδοκίαν ἀπῄει, κεχαρισμένος ὡς οὐκ ἄλλος ἐν τῇ τότε περιστάσει τῶν καιρῶν Ἡρώδῃ γενόμενος. ὅθεν καὶ δώροις αὐτὸν ἐτίμησεν πολυτελεστάτοις κἀν τοῖς ἄλλοις μεγαλοπρεπῶς ἐν τοῖς μάλιστα φίλτατον ἡγησάμενος. 16.270ἐποιήσατο δὲ καὶ συνθήκας εἰς Ῥώμην ἐλθεῖν, ἐπειδὴ περὶ τούτων ἐγέγραπτο Καίσαρι, καὶ μέχρις Ἀντιοχείας ἐπὶ τὸ αὐτὸ παρῆλθον. ἐκεῖ καὶ τὸν ἡγεμόνα Συρίας Τίτιον ἐκ διαφορᾶς Ἀρχελάῳ κακῶς ἔχοντα διήλλαξεν Ἡρώδης καὶ πάλιν εἰς Ἰουδαίαν ὑποστρέφει. 16.271

Γενομένῳ δὲ ἐν τῇ Ῥώμῃ κἀκεῖθεν ἐπανήκοντι συνέστη πόλεμος πρὸς τοὺς Ἄραβας ἐξ αἰτίας τοιαύτης· οἱ κατοικοῦντες τὸν Τράχωνα Καίσαρος ἀφελομένου Ζηνόδωρον καὶ προσθέντος Ἡρώδῃ τὴν χώραν λῃστεύειν μὲν οὐκ εἶχον ἐξουσίαν ἔτι, γεωργεῖν δὲ καὶ ζῆν ἡμέρως ἠναγκάζοντο. 16.272τόδʼ ἦν ἐκείνοις οὐχ αἱρετὸν οὐδὲ λυσιτέλειαν ἔφερεν γῆ πονούντων. ὅμως δὲ κατʼ ἀρχὰς μὲν οὐκ ἐπιτρέποντος τοῦ βασιλέως ἀπείχοντο τῶν εἰς τοὺς περιοίκους ἀδικημάτων, καὶ πολλὴ διὰ τοῦτο ἦν εὐδοξία τῆς ἐπιμελείας Ἡρώδῃ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.265 Joseph. AJ 16.270 (English) >>Joseph. AJ 16.275

Powered by PhiloLogic